Ancient Greek
P.Cair. Zen. 3 59526
Documentary Papyri, P.Cair. Zen. 3 59526
Not analysed yet
Φιλοκράτης Ζήνωνι χαίρειν. τοῖς θεοῖς πολλὴ χάρις, εἰ αὐτός τε ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ νοῦν ἐστιν. ἀπέσταλκα σοι τὸν ἐλαιοκάπηλον Παῖιν περὶ τοῦ …ου, οὗ καὶ Ἑρμόλαός σοι ἐμνήσθη. καλῶς ἂν οὖν ποιήσαις συντάξας ἀποδοῦναι αὐτῶι. παρεγενήθην δʼ ἂν καὶ αὐτὸς πρὸς σέ, ἀλλὰ ἄσχολός εἰμι. γράφε δʼ ἡμῖν ἀεὶ ὧν ἂν χρείαν ἔχῃς καὶ μὴ ἐπιλανθάνου ἡμῶν. εὐτύχει. Φιλοκράτει. Πᾶτις οὐ παρεγένετο, ἀλλʼ εἰς Κροκοδίλων πόλιν εἰσπεπορεῦσθαι. φάσκουσιν Ζήνωνι.