Ancient Greek
P.Cair. Zen. 3 59527
Documentary Papyri, P.Cair. Zen. 3 59527
Not analysed yet
Φιλόξενος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ οἶνον πολὺν ποιεῖς, καλῶς ἂν ἔχοι· ὑγίαινον δὲ καὶ αὐτός. ἐγράψαμέν σοι καὶ πρότερον περὶ Ἐξάκωνος τοῦ ἀποδιδόντος σοι τὴν ἐπιστολήν, ἵνα δῶις αὐτῶι τῶν τε γιγάρτων καὶ στεμφύλου κεράμια β σάξασθαι, ἵνα ἔχωσιν ὀξίδιον· καὶ νῦν δὲ γέγραφά σοι. καλῶς οὖν ποιήσεις δοὺς αὐτῶι. ἄνθρωποι γὰρ ἄξιοι πολυωρίας εἰσίν. ἔρρωσο. Ζήνωνι.