Ancient Greek
P.Cair. Zen. 4 59575
Documentary Papyri, P.Cair. Zen. 4 59575
Not analysed yet
ὁ δεῖνα Ζήνωνι χαίρειν. εἰ Ἀπολλώνιός τε ἔρρωται καὶ σὺ καὶ οὕς βούλει καὶ τὰ λοιπὰ κατὰ νοῦν ἐστιν, γένοιτʼ ἂν ὡς ἡμεῖς θέλομεν. ἱκανῶς δὲ καὶ αὐτοὶ ἔχομεν, καί σου μνημονεύομεν ἐν παντὶ καιρῶι, ὥσπερ καὶ προσῆκόν ἐστιν. εὐχαριστήσεις οὖν ἡμῖν σαυτοῦ τε ἐπιμελόμενος ὅπως ἂν ὑγιαίνῃς καὶ πρὸς ἡμᾶς γράφων ὧν ἂν χρείαν ἔχῃς καὶ τί ποιοῦντες χαριζοίμεθʼ ἄν σοι, ὡς ἡμῶν τοῦτο προθύμως καὶ ἡδέως ποιησόντων. ἔρρωσο. …Ζήνωνι.