Ancient Greek
P.Cair. Zen. 4 59576
Documentary Papyri, P.Cair. Zen. 4 59576
Not analysed yet
…Ἀπολλωνίωι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ γνώμην ἐστίν, καλῶς ἂν ἔχοι· καὶ αὐτὸς δὲ ὑγίαινον. καθότι μοι ἀνήγγελλε Θύρσος ὁ παρʼ ἡμῶν, ἑτοιμ… …ἵππους καὶ τὴν χίμαιραν καὶ τὴν ἀμνάδα καλῶς ποιήσεις ……ς ἀπεσταλμένους, ἀλλὰ συντάξας τινὶ συνπαραγεν ……ἀποσταλῆναι αὐτούς. τῆς μὲν οὖν χιμάρου παραλύω ……ἀπόστειλόν μοι ἅμα τῶι καλάμωι. καὶ σὺ δέ, καθάπερ σοι καὶ ἐνδημοῦντι ἐμνήσθην, καλῶς ποιήσεις γράφων ἡμῖν ὡς πρὸς ἀδελφοὺς περὶ ὧν ἂν θέληις· ἔσται γάρ σοι …ἐνεφανίσαμεν δὲ καὶ Ζωίλωι τὴν παρʼ ὑμῶν φιλανθρωπίαν. ἔρρωσο. Ἀπολλωνίωι.