Ancient Greek
P.Cair. Zen. 4 59578
Documentary Papyri, P.Cair. Zen. 4 59578
Not analysed yet
…Ζήνωνι χαίρειν. ἔγραψεν ἡμῖν Μικκαλίων διότι πεπολυώρηκάς τε καὶ εὐεργέτηκας αὐτὸν καὶ ὅτι φιλοτιμεῖ αὐτὸν ἐξαποστεῖλαι. καλῶς οὖν ποιήσεις, ἐάν σοι δόξηι, ἡμῖν αὐτὸν ἀποστείλας εἰς οἶκον, εἰ καί τι δεῖ ἀνηλῶσαι εἰς αὐτὸν ἵνα μὴ ἀσχημονῆι τῆι λιμῶι. ταῦτα δὲ ποιῶν ἡμῖν τε χαριεῖ καὶ τῆι πόλει. ἔρρωσο. Ζήνωνι.