Ancient Greek
P.Cair. Zen. 4 59579
Documentary Papyri, P.Cair. Zen. 4 59579
Not analysed yet
ἡ δεῖνα Πύθωνι Ζήνωνι χαίρειν. εἰ ἔρρωσθε καὶ τὰ ἄλλα ὑμῖν κατὰ γνώμην ἐστίν, εὖ ἂν ἔχοι· ἔρρωμαι δὲ καὶ αὐτή. καλῶς ποιεῖτε εἰ διαμένετέ μοι εὔνοι Πανακέστορι, καθάπερ ἐδεήθην ὑμῶν ὅτε κατέλιπον αὐτὸν ὑμῖν ἐν παραθήκηι. ἔτι δὲ καὶ νῦν ἀπέσταλκα Ἀντίπατρον καὶ Αἰα… …ἐπιμέλεσθε αὐτοῦ ἕως ἂν οὗ μάλιστα μὲν πάντες ὑγιαίνοντες παραγένησθε, εἰ δὲ μή, …αὐτὸν ἀποστείληι πρὸς με ὁ πατὴρ αὐτοῦ. καὶ τὰ λοιπὰ ἀνδρίζεσθε καὶ ἐπιμέλεσθε ἑαυτῶν ἵνα ὑγιαίνητε. …δὲ καὶ αὐτὴ ὅσα δύναμαι τῆι μητρὶ ὑμῶν. Πύθωνι Ζήνωνι