Ancient Greek
P.Cair. Zen. 4 59620
Documentary Papyri, P.Cair. Zen. 4 59620
Not analysed yet
…ν… …γεγραφεν…α… …περ Εὔτυχος περὶ τούτων …εἶναι καὶ δεδαπανηκέναι εἰς τὴν οἰκοδομὴν καὶ ἐπιδείξειν περὶ τούτων καὶ προστάξαντος Ἀγήνορος ἕως τοῦ ἐπιδεῖξαι Εὔτυχον …συνέχεσθαι τοὺς κριθέντας, φθαρεὶς Εὔτυχος ὑπὸ τῆς Ἀρσινόης διὰ τὸ καὶ ἔμπροσθεν αὐτῆι συνεῖναι καὶ τέκνα αὐτῶι ὑπάρχειν ἐξ αὐτῆς τῶν τε ὑπαρχόντων τινὰ τῶν ἐν τῆι οἰκίαι μετέφερον ἐν τῆι ἐπιούσηι νυκτί, ὧν καὶ οἱ φυλακῖται ἐπελάβοντο, αὐτός τε ἀνεχώρησεν καὶ ἔστιν ἔτι καὶ νῦν ἐν τῶι ἐν Μέμφει Σαραπιείωι σιτοδοτούμενος ὑπὸ Ἀρσινόης, τῆς ὕστερόν τε ἐμβαλούσης αὐτῆς ἔντευξιν φαμένης ἐμὲ ὡρίσθαι παρέξεσθαι τούς τε οἰκοδόμους καὶ παρʼ ὧν τὴν πλίνθον καὶ τὰ ξύλα ἠγόρακεν Εὔτυχος καὶ τοὺς ὀνηλάτας χειρογραφοῦντας, ἐμοῦ οὐχ ὡρισμένου, διὸ παραλογισθεὶς Ἀγήνωρ καὶ α…ουθα… τῆι Ἀρσινόηι φάσει γράφει Κλειτορίωι ἀνακαλεσάμενόν με συντάξαι ἐφʼ οἷς ὥρισμαι παρασχέσθαι χειρογραφοῦντας τοὺς ἀνθρώπους, ἐὰν δὲ μὴ χειρογραφῶσιν, μηθενὶ ἐπιτρέπειν ἀποβιάζεσθαι τὴν Ἀρσινόην. δέομαι οὖν σου, βασιλεῦ, ἐπειδὴ ὁ μὲν φθαρεὶς ὑπὸ τῆς Ἀρσινόης ἀνακεχώρηκεν ἵνα μὴ ἐνδείξηται ὡς ἔστιν αὑτοῦ ἡ οἰκία …ένη ἀνακαλέσηται αὐτή τε οὐκ ἐπιδέδεικται …διακοῦσαι ἡμῶν καὶ ἐὰν …μὴ ἐνδείξηται ἡ Ἀρσινόη ὡς ἔστιν αὑτῆς ἡ οἰκία καθάπερ ἐγρα… γράφει διὰ τῆς πρώτης ἐντεύξεως, εἶναι ἐμὴν τὴν οἰκίαν ἵνα καὶ ἐγὼ διὰ σέ, βασιλεῦ, τοῦ δικαίου τύχω. εὐτύχει. Ἀρσινόη.