Ancient Greek
P.Cair. Zen. 4 59621
Documentary Papyri, P.Cair. Zen. 4 59621
Not analysed yet
……ᾠκοδομηκέναι λαβοῦσα τόπον ψιλὸν …καὶ εἰσανηλωκέναι εἰς τὴν οἰκοδομὴν ……Φιλαδελφείαι ἐπʼ Ἀγήνορος τοῦ στρατηγοῦ καὶ Ἀρσινόη οὔτε τοὺς ε… …οὔτε ὡς ᾠκοδομήκει τὴν οἰκίαν, τοῦ τε Εὐτύχου φαμένου ……οἰκοδομὴν καὶ περὶ τούτων βαλομένου εἴς τε τοὺς οἰκοδόμους καὶ τοὺς ……οἰκοδόμος καὶ ὁ τὰ ξύλα ἀποδόμενος κα… …τὴν τιμὴν καὶ τοὺς μισθοὺς εἰληφέναι παρʼ Εὐτύχου τοῦ παιδός μου κο… …ἀναχωρήσαντος περὶ τῆς βολῆς ταύτης, διὸ παραλογισθεὶς Ἀγήνωρ ……ἐμὲ ὡρίσθαι ταῦτα, γράφει Κλειτορίωι ἀνακαλεσάμενόν με συντάξαι ……βασιλεῦ, προστάξαι Ἀγήνορι τῶι στρατηγῶι ἐπισκεψάμενον ……αι ὡς εἴληφεν τὸν τόπον ἐκ τοῦ βασιλικοῦ ……τὴν πλίνθον καὶ τὰ ξύλα καὶ τοὺς οἰκοδόμους παρασχέσθαι μαρτυροῦντας αὐτῆι εναμ… ἐρημοῦμαι δὲ καὶ ἐγὼ μαρτυρίας περὶ τούτων, ὅπως πάλιν διακούσας ……ους, ἐὰν δὲ μὴ ἐνδείξηται, εἶναι τὴν οἰκίαν ἐμήν, ἵνα καὶ ἐγὼ ……θέντα κρίνηι ὡς ἂν αὐτῶι φαίνηται, ἵνα καὶ ἐγὼ διὰ σέ, βασιλεῦ, τοῦ δικαίου τύχω.