Ancient Greek
P.Cair. Zen. 4 59664
Documentary Papyri, P.Cair. Zen. 4 59664
Not analysed yet
καὶ τὰ δώματα ἃ ἐν τοῖς καινοῖς βασιλείοις καὶ αἱ στοαὶ β ἃ ἐν τῶι καινῶι βαλανείωι ἀπεξείληφεν δραχμῶν κϛ, ἐγὼ δὲ ἐποίησα δραχμῶν θ· προσωφείληκεν δραχμὰς ιζ· ἔτι καὶ νῦν οὐκ ἀποδέδωκεν τὸ ἀργύριον οὔτε τὰ ἔργα συνετέλεσεν. καὶ εἰς τὰ ἐν τῶι πεδίωι ἔργα ἔχει δραχμὰς ξϛ ὃν τρόπον καὶ ἐγὼ ἔλαβον· ἔτι καὶ νῦν ἔχει καὶ οὐ βούλεται ἐργάζειν. ὅ τε οἰκοδόμος καὶ οἱ ἐργάται ἔλεξαν ὡς δέδωκας αὐτῶι ἀργύριον ὥστε οἴκημα αὐτοῖς οἰκοδομεῖν …θη αὐτοῖς ἀπὸ τραπέζης …λαβεῖν ο…ομε…νες τεθε…ι τραπεζίτηι …νανσυτος …υνα…ει τὸ ἀργύριον ……τασ…γαγων ε… …α… οἰκοδομ…