Ancient Greek
P.Cair. Zen. 4 59665
Documentary Papyri, P.Cair. Zen. 4 59665
Not analysed yet
…γραφικὸν ἄνθος πήχεος πάντοθεν· δοθήσεται δὲ τῶι ἐργολάβωι ει…α… …ει δὲ ἐκ βασιλικοῦ παράδειγμα καθʼ ὃ δεῖ γενέσθαι · τὸ δὲ λοιπὸν πλάσει ἑξαχοινικῆι ψήφωι. τοῦ δὲ γυναικείου θόλου τὸ ἔδαφος ποιήσει θετὸν ἀπέχων ἀπὸ τῶν πυέλων πῆχυν ἕνα καὶ παλαιστῶν δύο καὶ περιθήσει ταινίαν μέλαιναν ἔχων πλάτος δακτύλων δύο ,θήσει δὲ καὶ κόχλον ναυτικὸν ἔχων πλάτος δακτύλων δέκα καὶ ταινίαν μίαν ἣ ἂν ἁρμόζηι καὶ ἐν τῶι μέσωι μήκωνα πάντηι πῆχυν ἕνα · τὸ δὲ λοιπὸν ψήφωι ἑξαχοινικῶι πλάσει. θήσει δὲ καὶ ἐν τῆι προστάδι τὴν πρὸς τῶι ἀνδρείωι θόλωι τῆι αὐτῆι λέξει. τὰ δὲ λοιπὰ ἐδάφη καταπλαστὰ ὄντα καθομολογήσει π… …απ…