Ancient Greek
P.Cair. Zen. 4 59723
Documentary Papyri, P.Cair. Zen. 4 59723
Not analysed yet
λοιπαὶ αἳ χορτοσπαρήσονται Ατνε 𐅵δ ὧν εἰς τὸ βασιλικὸν κατὰ τὴν μίσθωσιν ἄρουραι Α, ἐξ ὧν παραδώσουσιν ἐκ τῆς ἀρούρας δέσμας διμναίους Ασ, ὥστʼ εἶναι μυριάδας ρκ ,ἃς παραδώσουσιν τιμῆς τὴν μυριάδα α δραχμῶν ξϛ τετρωβόλου γίνονται δραχμαὶ Η. τῶν δὲ λοιπῶν τνε 𐅵δ ἀρουρῶν, ἐὰν μὲν τοῖς γεωργοῖς προχωρῆι πωλεῖν τὴν ἄρουραν πλέονος ἢ δραχμῶν η, ἔξεσται αὐτοῖς, τὴν δὲ τιμὴν θήσονται ἐπὶ τὴν τράπεζαν κοινῆι μετὰ τοῦ οἰκονόμου ἕως ἂν σιτωνήσωσιν κριθὴν καὶ εἰς τὸ ἐκφόριον μετρήσωσιν· ἐὰν δὲ βούλωνται παραδοῦναι τῶι βασιλεῖ, παραλήμψεται τὴν ἄρουραν ποιοῦσαν δέσμας διμναίους Ασ, ὥστʼ εἶναι μυριάδας μβ Ϛϡ ,τιμῆς τὴν μυριάδας α δραχμῶν νη διωβόλου γίνονται δραχμαὶ Βυϙ ὀβολὸς α 𐅵γίνεται ἡ τοῦ χόρτου τιμὴ δραχμαὶ μυριὰς α υϙ ὀβολοῦ α 𐅵. εἰς κριθὴν λογιοῦνται εἰς ἀρτάβας κε τῶν κ δραχμῶν γίνονται κριθῆς μυριὰς α Γριβ 𐅵δ, αἳ πυροῦ Ζωξζ 𐅵δ. εἰς τὸ αὐτὸ σὺν τῶι ἐκ τῆς σιτοφόρου εἰς πυρὸν μυριάδες β Ετξβ . καὶ ὃ κουφίζομεν νῦν παρὰ τὴν τοῦ χόρτου τιμὴν τῶν μυριάδων ρκ ,ὡς ἧι Διονυσίωι παρεδέχου, παρὰ τὴν μυριάδην α δέσμας δραχμὰς λγ διώβολον γίνονται δραχμαὶ Δ ὡσαύτως δὲ καὶ ἐὰν παραδιδῶσιν εἰς τὸ βασιλικὸν τὸν ἐκ τῶν τνε 𐅵δ ἀρουρῶν, ὃ γίνεται μυρίαδες μβ Ϛϡ ,τῶν διαγεγραμμένων τιμῶν, ἔσται διάφορον παρὰ τὴν μυριάδην α δραχμαὶ μα τετρώβολον γίνονται δραχμαὶ Αψνη διώβολον. τὸ πᾶν δραχμαὶ Εψνη διώβολον.