Ancient Greek
P.Cair. Zen. 4 59724
Documentary Papyri, P.Cair. Zen. 4 59724
Not analysed yet
λόγος πρὸς Φιλέαν. εἰσίν μοι γῆς ἄρουραι ρ ἐκφορίου ἀνὰ πυρῶν ἀρτάβας β καὶ ἄλλαι πυρῶν ἀρτάβαι λζ 𐅵αἱ εἰς τὸ σπέρμα δοθεῖσαι, γίνονται πυρῶν ἀρτάβαι σλζ 𐅵. εἰς ταύτας ἔχω κατὰ σύμβολον εἰς πυρῶν λόγον ἀρτάβας ξζ 𐅵καὶ ἀργυρίου δραχμὰς ιβ, αἳ γίνονταί μοι ὡς ἐπωλεῖτο τότε ἐπὶ τῆς ἅλω πυρῶν ἀρτάβαι ιβ, καὶ ὃ ἔχω ἄνευ συμβόλου διὰ Τορίμμου ἀργυρίου δραχμὰς κ, ὃ γίνονται πυροῦ ἀρτάβαι κ. ἔχω παρὰ Σωπάτρου πυρῶν ἀρτάβας ιε. γίνονται ἃς ἔχω παρὰ σοῦ πυρῶν ἀρτάβαι ριδ 𐅵. λοιπαὶ ἐν σοὶ πυρῶν ἀρτάβαι ρκγ.