Ancient Greek
P.Cair. Zen. 5 59804
Documentary Papyri, P.Cair. Zen. 5 59804
Not analysed yet
Φιλώτας Ζήνωνι χαίρειν. ἠξίωσεν ἡμᾶς Κρότος γράψαι πρὸς σὲ περὶ τῶν σωματίων τῶν ἀποχωρησάντων ἐκ τοῦ Γαζαίων λιμένος. ἐτύγχανον γὰρ παρειλημμένος ὑπό τε Ἀπολλοφάνους καὶ αὐτοῦ ὅπως ἂν αὐτοῖς τὰ περὶ τοὺς τελώνας συνοικονομήσω καὶ τὸ τάχος ἀπο…α… αὐτοῖς ἀποστ-είλω. πορευθεὶς οὖν πρὸς Ἡρώιδην τὸν τελώνην κατελάμβανον Ἀπολλοφάνην συγχώρησιν πεποιημένον πρὸς αὐτὸν τέλους δραχμῶν π εἰς τὸ Ἀπολλωνίου ὄνομα. ταύτην μὲν οὖν τὴν ὠνὴν ἠράμην, ἄλλην δὲ ποιοῦμαι εἰς τὸ Ἀπολλοφάνους ὄνομα καὶ ἀπὸ τοῦ συγκεχωρημένου τέλους ἀφεῖλον δραχμὰς μ καὶ συγκατέστησα τὰ σώματα ἐπὶ τὸν λιμένα καὶ εἰσηγάγομεν τὰ σώματα πρὸς Ἡρακλείδην καὶ παρεδώκαμεν Ἀπολλοφάνει καὶ ἔφη αὐτὸς φυλάξειν, ἡμᾶς δὲ οὐκ εἴα πράγματα ἔχειν βουλομένων ἡμῶν συνδιατηρεῖν. γέγραφα οὖν σοι ὅπως ἂν εἰδῆις. χαρίζοιο δʼ ἄν μοι περὶ ὧν σοι τὸ ὑπόμνημα ἔδωκα ἀγοράσας καὶ ἀποστείλας μοι. καὶ σὺ δὲ γράφε πρὸς ἡμᾶς περὶ ὧν ἂν βούληι· ποιήσομεν γὰρ αὐτό σοι προθύμως. ἔρρωσο. ἔτους κη, Πανήμου κζ. Φιλώτου. Ζήνωνι.