Ancient Greek
P.Cair. Zen. 5 59805
Documentary Papyri, P.Cair. Zen. 5 59805
Not analysed yet
Ἀμύντας Κρίτωνι χαίρειν. Χαρμῖνος ὁ τὴν ἐπιστολήν σοι ἀποδιδούς ἐστιν Ἡρακλείδου υἱὸς τοῦ ἐκ τῆς ἱερᾶς πρωιρέως, ἀπέσταλται δὲ ὑπό τε τοῦ πατρὸς καὶ τῶν λοιπῶν τῶν τὴν δωρεὰν ἐχόντων κομιούμενος. χαριεῖ δή μοι σπουδάσας τε ὅπως ὅ τι τάχος λάβηι καὶ ἐὰν καταπλῆι πλοῖον ἐπιβιβάσας αὐτόν· ἔστι γὰρ ἄπειρος· εἰ δὲ μή, τό γε κερμάτιον λαβὼν παρʼ αὐτοῦ ἐσφραγισμένον καὶ ἀποστείλας πρὸς ἡμᾶς, ἵνʼ ἀποδῶμεν ἡμεῖς αὐτοῖς. ἔρρωσο. Ἀμύντου περὶ Χαρμίνου. Κρίτωνι. ἔτους κη, Περιτίου ε, ἐν τῶι Βερενίκης ὅρμωι.