Ancient Greek
P.Cair. Zen. 1 59097
Documentary Papyri, P.Cair. Zen. 5 59814
Not analysed yet
Ζωίλος Πανακέστορι χαίρειν. γεγράφαμεν Κράτωνι ὅπως τὰς ρ ἀρτάβας τοῦ σπέρματος τοῦ χόρτου ἃς γέγραφεν Ἀπολλώνιος μετρῆσαί σοι διαγράψηι παρὰ τοῦ σιτολόγου. ἀπόστειλον οὖν τινὰ πρὸς αὐτὸν ὃς λαβὼν τὸ σύμβολον μετρήσεται. ἄρακος δὲ ἐν μὲν τῶι νομῶι οὐχ ὑπάρχει, οὐθὲν δʼ ἧσσον γεγράφαμεν τοῖς παρʼ ἡμῶν ζητῆσαι εἴ που ἔστιν παρὰ τοῖς ἰδιώταις, ἵνα λάβητε. καὶ σὺ δὲ ἀποστείλας εἰς τὸν Μεμφίτην ζήτησον καὶ ἐάν που ἦι πωλούμενος ἐπίστειλον ἡμῖν, ἵνα τὴν τιμὴν ἀποστείλωμεν καὶ λαβόντες ἀποχρήσησθε. ἔρρωσο. ἔτους κθ, Μεσορὴ ιβ. ἔτους κθ, Μεσορὴ ιϛ. Πανακέστορι χόρτου σπέρματος. Ζωίλος χόρτου σπέρμα.