Ancient Greek
P.Cair. Zen. 5 59815
Documentary Papyri, P.Cair. Zen. 5 59815
Not analysed yet
Ζωίλος Πανακέστορι χαίρειν. ἐλάβομεν τὴν ἐπιστολὴν ἣν ἔγραψας περὶ τῶν σπερμάτων. ἐπὶ μὲν οὖν τοῦ παρόντος οἱ παρʼ ἡμῶν ἄνθρωποι οἱ ἐκ τοῦ νομοῦ πανηγυρίζουσιν ἐπὶ τοῦ Λαβυρίνθου, ὡς δʼἂν ἀναστρέψωσιν συντάξομεν ζητῆσαι καὶ ὅσα ἂν εὑρεθῆι λαβόντες ἐπιστελοῦμέν σοι ἵνα πέμψηις τὸν κομιούμενον. ἀπόστειλον δὲ πρὸς ἡμᾶς καὶ τοὺς παραληψομένους τὰ ξύλα. ἔρρωσο. ἔτους κθ, Φαῶφι ια. Πανακέστορι. ἔτους κθ, Φαῶφι ιβ. Ζωίλος περὶ σπερμάτων.