Ancient Greek
P.Cair. Zen. 5 59822
Documentary Papyri, P.Cair. Zen. 5 59822
Not analysed yet
Περδίκκας Ζήνωνι χαίρειν. καθάπερ ἔγραψας, ἀνέκρινα Ἀριστόμαχον τὸν Ἀστεροπαίου ἀδελφόν, παρόντος Θράσωνος τοῦ παρὰ σοῦ, περὶ Στάχυος τοῦ παιδαρίου καὶ ἔφη τὸν Ἀστεροπαῖον ἔτι πέρυσι μὴ εἶναι ἐν τῶι νομῶι μηδʼ εἰδέναι οὗ ἐστιν, ἔχειν δʼ αὐτὸν τὸ παιδάριον, οὗ δʼ ἂν αἴσθηται αὐτὸν εἶναι, προσαγγελεῖν ἡμῖν. γέγραφα οὖν σοι ὅπως εἰδῆις. ἔρρωσο. ἔτους λγ, Μεχὶρ ζ. Ζήνωνι.