Ancient Greek
P.Cair. Zen. 5 59823
Documentary Papyri, P.Cair. Zen. 5 59823
Not analysed yet
Προμηθίων Ζήνωνι χαίρειν. ἔγραψάς μοι περὶ τοῦ κηροῦ ὅτι καθίσταται τὸ τάλαντον α σὺν τῶι τέλει τῶι κατὰ Μέμφιν δραχμὰς μδ, σὺ δὲ ὅτι πυνθάνοιο εἶναι παρʼ ἡμῖν δραχμὰς μ. μὴ οὖν πρόσεχε τοῖς ληροῦσιν, πωλεῖται γὰρ ἐνταῦθα δραχμὰς μη. καλῶς οὖν ποιήσεις ἀποστείλας ἡμῖν ὅσον πλεῖστον δύνηι. δέδωκα δὲ καθάπερ μοι ἔγραψας Αἰγύπτωι τῶι παρʼ ὑμῶν εἰς τὴν τιμὴν τοῦ κηροῦ ἀργυρίου δραχμὰς φ, καὶ τὸ λοιπὸν δὲ ὃ ἂν ἦι ὧι ἂν ἐπιστείληις διορθώσομαι παραχρῆμα. καὶ μέλιτος δέ μοι ληφθήτωσαν μετρηταὶ ε. ἐπαινῶ δέ σου τὴν εὔνοιαν καὶ τὴν προθυμίαν ἣν ἀεὶ εἰς ἡμᾶς ἔχεις. καὶ σὺ δʼ ἐάν του χρείαν ἔχηις τῶν καθʼ ἡμᾶς, μὴ ὄκνει γράφειν. ἔρρωσο. ἔτους λγ, Φαρμοῦθι ιθ. Ζήνωνι. τὸ θέατρον οἰκοδομῆσαι.