Ancient Greek
P.Charite 3
Documentary Papyri, P.Charite 3
Not analysed yet
Χαρίτῃ Ἀμαζονίου διὰ τοῦ ἀνδρὸς Α… γυμνασιάρχου βουλευτοῦ Ἑρμοῦ πόλεως τῆς …παρὰ Αὐρηλίου Φιλοέρμου Σερήνου βουλευτοῦ τῆς αὐτῆς πόλεως. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ πρὸς μόνον τὸ ἐνεστὸς ἔτος τῆς εὐτυχοῦς …ἕκτης ἰνδικτίωνος τὰς ὑπαρχούσας σοι περὶ …ἐκ τοῦ Ἀσκληπιάδου κλήρου ἀρούρας …εἰς σπορὰν πυροῦ καὶ κατάθεσιν χορτασμάτων κατὰ τὸ ἥμισυ ,φόρου τῆς μὲν ἐν πυρῷ ἡμισείας ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρταβῶν τεσσάρων ,τῆς δὲ ἐν χόρτῳ ἑτέρης ἡμισείας ἑκάστης ἀρούρης ἀνὰ δραχμῶν τρισχιλίων ,ὅνπερ συναγόμενον φόρον ἀποδώσω σοι καὶ μετρήσω σοι τοῖς Παῦνι καὶ Ἐπεὶφ μῆσι, τὸ μὲν ἀργύριον δόκιμον τὸν δὲ πυρὸν νέον καθαρὸν ἄδολον ἄβωλον …