Ancient Greek
P.Charite 4
Documentary Papyri, P.Charite 4
Not analysed yet
…Αὐρηλίᾳ Χαρίτῃ Ἀμαζονίου καὶ ὡς χρηματίζεις παρὰ Αὐρηλίου Πατχεύιος …βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ πωμάριον καλούμενον Πορθμεῖον ἐπʼ ἐνιαυτὸν ἑνὰ φόρου τοῦ πρὸς ἀλλήλους συμπεφωνημένου ἀργυρίου τάλαντα τρία γίνεται ἀργυρίου τάλαντα γ σου τῆς γεούχου κυκλευούσης τὸ αὐτὸ πωμάριον ἡμίσους τῆς …ἰνδικτίωνος. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης Φαμενὼθ ιβ. ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Ὀλύμπιος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.