Ancient Greek
P.Chept. 11
Documentary Papyri, P.Chept. 11
Not analysed yet
Οὐαλερία Ἐλπινίκη ἡ καὶ Φιλοξένη ἡ κρατίστη διὰ Αὐρηλίου Πεκύσεως Πωλίωνος ἀρχιποιμένος Αὐρηλίῳ Καλάμῳ Ἁτρῆτος ἀπὸ κώμης Νειλουπόλεως χαίρειν. ἐπεὶ ἐμισθώσω ἔτι ἀπὸ τοῦ πρώτου ἔτους Κλαυδίου βασιλείας μηνὶ Χοιὰκ πρότερον Φλαυίας Ἰσιδώρας τῆς καὶ Κυρίλλης πρόβατα ἀριθμῷ πεντήκοντα ἐν ἀρρενικοῖς καὶ θηλυκοῖς ἔμποκα καὶ ἀπὸ κούρας ἐξ ἴσου καὶ αἶγας πέντε καὶ ταῦτα ἐκέλευσεν ὁ ἐπίτροπος Αὐρήλιος Διονύσιος κοσμητεύσας βουλευτὴς Ἀλεξανδρείας μετενεχθῆναι ἐν τῷ Μεμφείτῃ νομῷ ἐπε… ὁμολογῶ ταῦτα ἔχειν καὶ παρειληφέναι παρὰ σοῦ καὶ ἀποκεκομικέναι ἐν τῷ Μεμφείτῃ καὶ παραδεδωκέναι κατὰ κέλευσιν αὐτοῦ τὰ θρέμματα ἔμποκα καὶ ἀπὸ κούρας ἐξ ἴσου καὶ αἶγας πέντε Αὐρηλίῳ Σαβείνῳ ἀρχιποιμένι ἀσήμῳ πάντα πλήρη καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Πεκῦσις ὡς ἐτῶν νζ οὐλὴ μετώπῳ. ἔτους α Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ δ Ἰουλίου Αὐρηλίου Σεπτιμίου Οὐαβαλλάθου Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως ὑπάτου Αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων Παχὼν κη.