Ancient Greek
P.Chept. 13
Documentary Papyri, P.Chept. 13
Not analysed yet
ὡμολόγησεν Αὐρήλιος Πεννοῦφις Πάσειτος μητρὸς Τάμιτος ἀπὸ κώμης Φυλακιτικη̃ς καταμένων ἐν κώμῃ Ναρμούθει πεπρακέναι Αὐρηλίῳ Καλάμωνι Ἁτρῆτος ἀπὸ κώμης Νειλουπόλεως ὄνον θηλείαν μελαίναν τελείαν μίαν τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου δραχμῶν τρισχιλίων ὀκτακοσίων ,ἥνπερ τιμὴν ἀπέσχεν ὁ Πεννοῦφις παρὰ τοῦ Καλάμωνος πλήρη καὶ ἐπερωτηθεὶς ὡμολόγησε. Πεννοῦφις ὡς ἐτῶν λβ οὐλὴ μετώπῳ. ἔτους β τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ Φαωφὶ ιγ.