Ancient Greek
P.Col. 10 254
Documentary Papyri, P.Col. 10 254
Not analysed yet
…κυριεύειν τὴν Ἡράκλειαν τοῦ κατʼ ἑαυτὸν ἡμίσους μέρους τῆς προγεγραμμένης καὶ πεπραμένης δούλης σὺν ἐκγόνοις καὶ τοῖς παρʼ αὐτῆς μεταλημψομένοις καὶ οἰκονομεῖν περὶ αὐτῆς ᾧ ἐὰν αἱρῆται τρόπῳ. καὶ βεβαιουμένης δημοσιώσει ὁπηνίκα ἐὰν αἱρῆται κατὰ δημοσίου χρηματισμοῦ καὶ βεβαιῶ σοι τὸ προκείμενον ἥμισυ μέ ρος τῆς προγεγραμμένης δούλης Βερενείκης, τῶν γραμματικῶν καὶ τελῶν ὄντων πρὸς σὲ τὴν Ἡράκλειαν. κυρία ἡ πρᾶσις. ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι δ Πετεχῶν Πετεχῶντος ὁ προγεγραμμένος πέπρακα τῇ Ἡρακλείᾳ τὸ κατʼ ἐμὲ ἥμισυ μέρος τῆς δούλης Βερενείκης καὶ ἀπέσχον τὰ τῆς τιμῆς …