Ancient Greek
P.Col. 10 255
Documentary Papyri, P.Col. 10 255
Not analysed yet
Κλαυδίωι Ἀπίωνι τῶν ἠγορανομηκότων Ἀλεξανδρείας διὰ Φιλοδεσπότου φροντιστοῦ Ἥρων Ἑρμᾶ κτηνοτρόφος κώμης Θεαδελφείας· ὁμολογῶ ἠργολαβηκέναι τὴν κοπρηγίαν καὶ ἀμμηγίαν τοῦ ὑπάρχοντος τοῖς υἱοῖς σου περὶ τὴν κώμην ἀμπελῶνος Σπαρτιανοῦ λεγομένου ἀπὸ τοῦ εἰσιόντος ἑκκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐπὶ τῷ λαμβάνειν με παρὰ σοῦ εἰς λόγον ναύλου ἐπὶ μὲν τῆς κοπρηγίας ἑκάστου ὄνου ὀβολοὺς ὀκτὼ φορῶν ἕξ ,ἐπὶ δὲ τῆς ἀμμηγίας ὁμοίως ἑκάστου ὄνου φορῶν ὀκτὼ ὀβολοὺς ὀκτὼ . ἐὰν δὲ κολάσωμαι τὸ κοπρηγεῖν, ἀποδώσω σοι τὰ ναῦλα διπλᾶ· ἐὰν δὲ καὶ σύ με κολάσῃ, ἀπολήμψομαι τὰ ναῦλα διὰ τὸ ἐπιε… συμφώνους γεγονέναι. Ἥρων ὡς ἐτῶν ν οὐλὴ μετώπῳ. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Παχὼν ιε.