Ancient Greek
P.Col. 10 263
Documentary Papyri, P.Col. 10 263
Not analysed yet
Ὁμολογεῖ Ἀσκλᾶς Ἀσκλᾶτος ἀπὸ Μέμφεως Ἐπιμάχῳ Πλουτίωνος ἀπὸ κώμης Φιλαδελφίας τοῦ Ἀρσινοείτου πεπρακέναι αὐτὸν Ἀσκλᾶν τῷ Ἐπιμάχῳ ὄνον θήλειανὀστρακινόχρωμον ἔχουσαν ὀμφάλιον ἐπὶ τῇ κοιλία μέσῃ καὶ αὐτόθεν ἀπεσχηκέναι τὸν Ἀσκλᾶν παρὰ τοῦ Ἐπιμάχου συνεσταμένην τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν ἑβδομήκοντα δύο ,καὶ βεβαιώσιν αὐτὸν Ἀσκλᾶν τήνδε τὴν πρᾶσιν ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. ἔτους ιη Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Κομμόδου Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων, ἐπαγομένων γ. Ἀσκλᾶς ὡς ἐτῶν ξε οὐλὴ χειρὸς ἀριστερᾶς. Ἀσκλᾶς Ἀσκλᾶτος ὁμολογῶ πεπρακέναι τὴν ὄνον καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν ἑβδομήκοντα δύο ,καὶ βεβεώσω σοι πάσῃ βεβαιώσει. Ἀπολλώνιος Πτολλᾶτος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.