Ancient Greek
P.Col. 10 264
Documentary Papyri, P.Col. 10 264
Not analysed yet
ἐν κώμῃ Πιτοῦ τοῦ Μεμφίτου νομοῦ ὁμολογεῖ Ὥρος Σαρᾶ τοῦ …ἀπὸ κώμης Πιτοῦ ὡς ἐτῶν …οὐλὴ ποδὶ δεξιῷ Ἐπιμάχῳ Πλουτίωνος ἀπὸ Φιλαδελφίας τοῦ Αρσινοίτου νομοῦ πεπρακέναι αὐτὸν Ὥρον τῷ Ἐπιμάχῳ ὄνον θήλειαν λευκόχρουν …χων εἰς τὸ ἔμπροσθεν …καὶ αὐτόθεν ἔσχεν ὁ Ὧρος παρὰ τοῦ Ἐπιμάχου τὴν συνεσταμένην καὶ συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς διακοσίας τριάκοντα …καὶ βεβεώσι ταύτην ὁ Ὧρος πάσῃ βεβαιώσει ὑπὲρ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων Θὼθ ιζ. Ὧρος Σαρᾶ μητρὸς Θαήσιος ὁμολογῶ πεπρακέναι τὸν προκίμενον ὄνον καὶ αὐτόθεν ἔσχον τὴν ἑσταμένην καὶ συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς διακοσίας τριάκοντα …καὶ βεβαιώσω πάσῃ βεβαιώσει. Λουκρήτιος Ἁρπεχύσιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα