Ancient Greek
P.Col. 10 265
Documentary Papyri, P.Col. 10 265
Not analysed yet
Ἁρπάλῳ τῷ σὺν ἄλλοις δημοσιώνῃ ξενικῆς πρακτορείας Ἑπτανομίας καὶ Θηβαΐδος παρὰ Ἑρμίου Σώτου δ…μου τοῦ κατὰ μητέρα πάππου Ἑρμίου Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως ἀποδεδειγμένου κοσμητοῦ βουλευτοῦ τῆς Ὀξυρυγχιτῶν πόλεως. ἠνεχύρασεν διὰ σοῦ τῷ Φαμενὼθ μηνὶ τοῦ ιδ ἔτους Λολλιανὴ ἡ καὶ Κύριλλα Δωρίωνος ἀπʼ Ὀξυρύγχων πόλεως διὰ τῆς μητρὸς Σαραπιάδος τῆς καὶ Θαϊσοῦτος Σαραπίωνος τοῦ καὶ Θεογένους ἀπὸ τῆς αὐτῆς πόλεως τοῦ ὑποχρέου αὐτῆς Ἀλκίμου Ἑρμίου τοῦ Ἀπολλωνίου Φυλαξιθαλασσείου τοῦ καὶ Ἀλθαιέως ὕστερον τυχόντος τῆς Ῥωμαίων πολιτείας καὶ χρηματίσαντος Μάρκου Αὐρηλίου Ἀλκίμου τοῦ καὶ Ἑρμίου ἐν τῷ Ἰσείῳ Παγγᾶ φ…ς ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι τῆς κώμης οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν καὶ τὰ ταύτης χρηστήρια πάντα ἧς ἡ πλαγία φέρει εἰς ῥύμην πρὸς τῶι καινῷ βαλανείῳ …ψιλούς τόπους …ἀπηλιώτου Δημητρ …