Ancient Greek
P.Col. 7 139
Documentary Papyri, P.Col. 7 139
Not analysed yet
Αὐρήλιοι Ἀχιλλᾶς καὶ Κασιανὸς τεσσαράριοι κώμης Καρανίδος Αὐρηλίοι Ἰσιδώρῳ Πτολεμαίου καὶ Ἡρᾶτι Πτολεμαίου καὶ Ταησίῳ Κοπρῆ καὶ Παλήμωνι Πτολεμαίου χαίρειν· παρελάβαμεν παρʼ ὑμῶν ὑπὲρ τῆς γενομένης ἐπιβολῆς κατὰ θείανπρόσταξιν ὑπὲρ ὁριοδεικτίας καὶ Καρανίδος ἀσήμου καθαροῦ οὐγκίας τέσσαρας, γίνονται οὐγκίαι δ,καὶ χρυσοῦ ὁμοίως ὑπὲρ τῶν αὐτῶν ὀνομάτων γράμματα ὀκτώ, γίνεται γράμματα η. Αὐρήλιος Ἀχιλλᾶς σεσημείωμαι. ἔτους ιϛ καὶ δ πρὸ ιη καλανδῶν Ἰουνίων. ὁ αὐτὸς ὁμοίως ἀσήμου οὐγκίας δύο, γίνονται οὐγκίαι β. Αὐρήλιοι Ἀπιν καὶ Ἀσημ τεσσαράριοι κώμης Πτολεμαίδος Νέας Αὐρηλίᾳ Ταῆσι Κοπρῆ ἀπὸ Καρανίδος χαίρειν· ἔσχαμεν παρὰ σοῦ εἰς τιμὴν ἀσήμου γράμματα εἴκοσι καὶ χρυσοῦ γράμμα ἓν ἥμισυ ὄγδοον . ἔτους ιϛ καὶ δ τῶν κυρίων ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστοῦ καὶ Γαλερίου Οὐαλερίου Μαξιμίνου τοῦ ἐπιφανεστάτου Καίσαρος, πρὸ πέντε καλανδῶν Μαίων.