Ancient Greek
P.Col. 7 140
Documentary Papyri, P.Col. 7 140
Not analysed yet
Αὐρήλιοι Ἀχιλλᾶς καὶ Κασιανὸς τεσσαράριοι κώμης Καρανίδος Αὐρηλίᾳ Ἀμεῖ Ὡρίωνος χαίρειν. ἔσχαμεν παρὰ σοῦ κατὰ θείαν πρόσταξιν ὑπὲρ τῆς γενομένης ἐπιβολῆς ἀσήμου καθαροῦ οὐνκίαν μίαν γράμματα τρία, γίνεται οὐγκία α γράμματα γ, καὶ χρυσοῦ ὁμοίως γράμματα δύο τέταρτον, γίνεται γράμματα β δ. Αὐρήλιος Ἀχιλλᾶς σεσημείωμαι ἔτους ιϛ καὶ δ πρὸ ιβ καλανδῶν Ἰουνίων. καὶ ὁμοίως Ἰσίδωρος Πτολεμαίου χρυσίου καθαροῦ γράμματος ἥμισυ ὄγδοον, γίνεται γράμματος 𐅵η. Αὐρήλιος Ἀχιλλᾶς σεσημείωμαι. καὶ ὁμοίως ὁ αὐτὸς χρυσίου καθαροῦ γράμματος τέταρτον ἑκκαιδέκατον, γίνεται γράμματος δ ιϛ Αὐρήλιοι Ἀχιλλᾶς καὶ Κασιανὸς τεσσαράριοι κώμης Καρανίδος Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου χαίρειν· διέγραψεν ἡμῖν κατὰ θείαν πρόσταξιν ὑπὲρ τῆς γενομένης ἐπιβολῆς χρυσοῦ καθαροῦ …καὶ ὁμοίως ὁ αὐτὸς …καθαροῦ γραμματ …ἔτους ιϛ καὶ δ πρὸ …καλανδῶν Ἰουνίων .