Ancient Greek
141.6.51 to 141.9.90
Documentary Papyri, P.Col. 7 141.6.51-141.9.90
Not analysed yet
καὶ ὑπὲρ πριμιπίλου ιη ἔτους καὶ ϛ ἔτους δραχμὰς Αρ καὶ διὰ Ἥρωνος ἄλλας δραχμὰς …ρ Αὐρήλιος Ἀνοῦφις τεσσαράριος καὶ Κοπρῆς κουαδράριος κώμης Καρανίδος καὶ ὁριοδικτίας Καρανίδος Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου χαίρειν· ἔσχαμεν παρὰ σοῦ …ὀνόματος Παλήμωνος εἰς λόγον τριμηνιαίου ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς τετρακισχιλίας ἑκατὸν πεντήκοντα, γίνεται τάλαντον α δραχμαὶ Δρν ιη ἔτους καὶ ϛ ἔτους Φαῶφι ϛ. Αὐρήλιοι Ἥρων Ἥρωνος καὶ Καπέεις Ἀπολλωνίου διʼ ἐμοῦ Ἥρωνος Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου καὶ τοῖς ἀδελφοῖς χαίρειν· παρήνεγκες εἰς τῷ ὅρμον ἀχύρου σαργάνας δέκα καὶ ἐννέα ὑπὲρ γενήματος ιδ ἔτους Αὐρήλιος Ἰσίων ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. Θὼθ ζ ἔτους ιη καὶ ϛ. Αὐρήλιοι Ἥρων Ἥρωνος καὶ Καπέεις διʼ ἐμοῦ Πτολλᾶ Ὀνομάστου Αὐρηλίῳ Ἰσιδώρῳ καὶ τοῖς ἀδελφοῖς χαίρειν· διέγραψεν ἡμῖν τιμὴν ἀχύρου γμέρους τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας ἐνακοσίας, γίνεται τάλαντον α δραχμαὶ Γϡ. Ἰσίων ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. ἔτους ιη καὶ ϛ Θὼθ ζ. καὶ ὁμοίως διὰ Ἥρωνος δραχμὰς τρισχιλίας πεντακοσίας, δραχμαὶ Γφ καὶ ὁμοίως διέγραψαν οἱ αὐτοὶ τιμὴν κρέως τοῦ αὐτοῦ γ μέρους διὰ Δούλου καὶ Ἀφῦς τάλαντον ἓν καὶ δραχμὰς τετρακισχιλίας ἑξακοσίας, γίνονται τάλαντον α δραχμαὶ Δχ Αὐρήλιοι Κοπρῆς καὶ Ἅρπαλος καὶ Ἁτρῆς καὶ οἱ κοινωνοὶ ἀμφότεροι ἀπαιτηταὶ ἀχύρου κώμης Καρανίδος νέας ἐπιβολῆς Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου χαίρειν· ἔσχαμεν παρὰ σοῦ ὑπὲρ τῆς αὐτῆς ἐπιβολῆς ὑπὲρ ὀνόματος Ἡρωείδος Χαιρήμωνος …καὶ ὑπὲρ τοῦ αὐτοῦ ὀνόματος δραχμὰς Εω. Κοπρῆς σεσημείωμαι. Ἁτρῆς σεσημείωμαι. ἔτους ιη καὶ ϛ Φαῶφι θ. Αὐρήλιοι Πλήειν καὶ Ἰσίων καὶ Κοπρῆς καὶ Κάστωρ καὶ Σε… καὶ Παονα ἀμφότεροι σιτολόγοι κώμης Καρανίδος καὶ ὁριοδεικτίας γενήματος ιϛ ἔτους καὶ δ ἔτους ἐμετρήθη ἡμῖν ἐν θησαυρῷ περὶ τὴν αὐτὴν κώμην καὶ ὁριοδεικτίαν μέτρῳ μοδίῳ ξυστῷ ὀνόματος Ἰσιδώρου Πτολεμαίου πυροῦ σὺν ταῖς κελευσθείσαις δεκάταις ἀρτάβας ἑβδομήκοντα ἥμισυ τέταρτον, ἀρτάβαι ο 𐅸. Ἰσίων ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.