Ancient Greek
141.9.91 to 141.9.104
Documentary Papyri, P.Col. 7 141.9.91-104
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλερίου Λικιννιανοῦ Λικιννίου Σεβαστοῦ καὶ Φλαυίου Οὐαλερίου Κωνσταντίνου υἱοῦ Σεβαστῶν. ἐμετρήθη ὁμοίως ὑπὲρ νέας ἐπιβολῆς ἀρτάβας δεκαοκτὼ ἥμισυ, ιηἔτους Χοίακ κη ἕτερον σύμβολον μὴ ἐπιφερόμενον Αὐρήλιοι Κοπρῆς καὶ Σώτας ἀμφότεροι ἀπαιτηταὶ ὁριοδεικτίας Καρανίδος Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου χαίρειν· ἔσχαμεν παρὰ σοῦ ὑπὲρ διατυπώσεως ιη ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους καὶ β ἔτους δραχμὰς τρισχιλίας ἑκατόν, γίνονται δραχμαὶ Γρ. ὑπὲρ πριμιπίλου ιθ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους καὶ γ ἔτους δραχμὰς ἐννακοσίας, δραχμαὶ ϡ. ὑπατείας Στατίου Ἀνδρονίκου καὶ Πομπηίου Πρόβου τῶν λαμπροτάτων ἐπάρχων Φαῶφι κα. καὶ ὁμοίως διὰ Σερήνου καὶ Σαραπίωνος ἀπαιτητῶν κώμης Καρανίδος ὑπὲρ διατυπώσεως τοῦ αὐτοῦ ἔτους ὑπὲρ ὀνόματος Παλήμωνος διατυπώσεως καὶ πριμιπίλου ιθ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους καὶ γ ἔτους δραχμὰς δισχιλίας ἑπτακοσίας, γίνονται δραχμαὶ Βψ. Ἰσίων ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.