Ancient Greek
P.Col. 7 168
Documentary Papyri, P.Col. 7 168
Not analysed yet
Αὐρήλιος Πτολεμῖνος Ερ… ἀπὸ Πτολεμαίδος ὅρμου ναύτης δημοσίων χωμάτων τῆς Ἀρσινοειτῶν πόλεως Αὐρηλίῳ Οὐαλερίῳ Ἀντιουρίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογῶ πεπληρῶσθαι παρὰ σοῦ τὰ αἱροῦντα σοὶ ναύβια διώρυγος Πτολεμαείδος ὅρμου ναύβια πέντε τῆς α νέας ἰνδικτίωνος καὶ ἐξεδόμην σοὶ τὴν ἀποχὴν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ ἐπιφερομένην, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν ἀιωνίων Αὐγούστων τὸ δ, Φαρμοῦθι ιϛ. ἔγραψα ὑπὲρ αὐτοῦ. Αὐρήλιος Πτολεμῖνος ἐξεδόμην τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Κόμων Νείλου ἔγραψα ὑπὲρ αὐτοῦ. βεβαιω…