Ancient Greek
P.Col. 7 169
Documentary Papyri, P.Col. 7 169
Not analysed yet
Οὐαλερίῳ Ζίπερι τῷ διασημοτάτῳ ἡγεμόνι Ἡρκουλίας Αἰγύπτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. κατὰ τὸν Φαμενὼθ μῆνα τῆς Σαβείνου καὶ Ῥουφίνου ὑπατείας, ἡγεμὼν δεσποτα, Κάστωρ καὶ ὁ τούτου ἀδελφὸς Ἀμμωνιανὸς ἀπὸ τῆς αὐτῆς κώμης ἐν χρείᾳ γενόμενοι ηὐχρηστήθησαν παρʼ ἐμοῦ σίτου ἀρτάβας τριάκοντα δύο καὶ φασήλου ἀρτάβας δεκαοκτὼ καὶ γραμματεῖά μοι τούτων ἔθεντο ἐπὶ ὑποθήκῃ βοϊκῶν τετραπόδων τριῶν, κατὰ δὲ τὴν αὐτὴν ἡμέραν ὁ τούτων πενθερὸς Τῶμις ὁμολογίας γράμματά μοι ἔθετο διʼ ἧς τὴν ἀναδοχὴν τῶν βοῶν πεποίηται ἐφʼ ᾦτε ἐὰν μὴ εἴσω τοῦ Παῦνι μηνὸς τὴν τῶν ὀσπρέων παράδοσίν μοι ποιήσωνται δηλαδὴ τὴν τῶν βοῶν ἔχειν με δεσποτείαν τοῖς γραμματείοις ἀκολούθως. ἐπεὶ οὖν ὁ μὲν Κάστωρ ἐξῆλθεν τὸν βίον καὶ Ἀμμωνιανὸς ἐν ἀναχωρήσει τυγχάνει, ὅ τε προκείμενος Τῶμις καὶ ὁ τούτου ἀδελφὸς Δημήτριος ἀνὴρ τυγχάνων τῆς τῶν ὑποχρέων μου ἀδελφῆς Ἀτολᾶς πάντων τῶν ὑπʼ ἐκείνων καταλιφθέντων —βοϊκῶν δὴ λέγω ὀκτὼ καὶ οἰκοπέδων καὶ τῶν ἄλλων —ἐνκρατεῖς ἐγένοντο, ἐμοὶ μηδὲν παρασχόμενοι μήτε τὰ ὄσπρεα μήτε τὰ βοϊκὰ τετράποδα τοσούτου χρόνου διαγενομένου, καταφρονοῦντές μου, τούτου ἕνεκεν καταλαμβάνω τὴν σὴν ἀνδρείαν δεόμενος καὶ παρακαλῶν ὅπωςεἴ σοι δόξειε κελεῦσαι διʼ οὗ ἐὰν δοκιμάσῃς ἐπαναγκασθῆναι τοὺς ἀντιτεταγμένους ἢ τὰ ὄσπρεα ἀποδοῦναι ἢ τὴν τῶν βοῶν τριῶν ἀποκατάστασίν μοι ποιήσασθαι τοῖς γραμματίοις ἀκολούθως, καὶ χάριτάς σοι ὁμολογεῖν. διευτύχει. Φαρμοῦθι ιη. ὁ πραιπόσιτος τοῦ πάγου διαγνοὺς μεταξὺ ὑμῶν τὴν προσήκουσάν σοι βοήθειαν ἐπὶ τοῖς χρεωστουμένοις παρέξει κόλλημα ξη.