Ancient Greek
P.Col. 7 176
Documentary Papyri, P.Col. 7 176
Not analysed yet
ὁμολογεῖ Αὐρηλία Ταμάλεις Ἁτρῆς μητρὸς Ταπάειτος ἀπὸ κώμης Καρανείδος ὡς ἐτῶν τριάκοντα οὐλὴ καρπῷ χειρὸς δεξιᾶς ἔχειν καὶ μεμετρῆσθαι παρὰ Εὐτροπίου ἀρχιερέως τῆς Ἀρσινοιτῶν πόλεως διὰ Ποῆριος προνοητοῦ πυροῦ σὺν ἡμιολίᾳ ἀρτάβας λη 𐅵ἅσπερ ἐπάναγκον ἀποδώσιν αὐτὴν δὲ τὴν ὁμολογοῦσαν ἐνπροθεσμεὶ ἐν μηνὶ Παῦνει τοῦ ἐνεστῶτος ἔτους τετραχοινίκῳ ἀπὸ γενήματος ιδ ἔτους ἰνδικτίωνος μέτρῳ τετραχοινίκῳ τὸ γένος νέον καθαρὸν ἄδολον εὐάρεστον ἀνυπερθέτως, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γείνεσθαι τῷ Εὐτροπείῳ τὴν πρᾶξιν ἐκ τε τῆς ὁμολογούσης ἢ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῆς πάντων καθάπερ ἐκ δίκης, καὶ ἐπερωτηθεῖσα ὡμολόγησεν. ὑπατείας Παυλείνου καὶ Ἰουλειανοῦ τῶν λαμπροτάτων, Θὼθ ια. Αὐρηλία Ταμάλεις ἔσχον τὰς τοῦ πυροῦ ἀρτάβας τριάκοντα ὀκτὼ ἥμισυ καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. Χαιρέας ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου. χειρόγραφον Ταμάλει Ἁτρῆ πυροῦ ἀρταβῶν λη 𐅵.