Ancient Greek
P.Col. 7 177
Documentary Papyri, P.Col. 7 177
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Σαραπίων Οὐενάφρεως μητρὸς Εἰρήνης ἀπὸ κώμης Καρανίδος Αὐρηλίῳ Ἀπίωνι …ου τῆς Ἀρσινοιτῶν πόλεως διὰ …ωνος πρνοητοῦ ἔχειν παρὰ αὐτοῦ τὸν ὁμολογοῦντα Σαραπίωνα διὰ χειρὸς ἀργυρίου κεφαλαίου τάλαντα ἑπτά, τάλαντα ζ, ὄντα εἰς τιμὴν λαχανοσπέρμου ἀρτάβην μίαν μέτρῳ ἐλαιουργικῷ ἥνπερ ἐπάναγκον ἀποδώσειν τὸν ὁμολογοῦντα ἐν τῇ προθεσμίᾳ μηνὶ Παῦνι γενήματος ιε ἰνδικτίονος ἐν τῇ προκιμένῃ κώμῃ μέτρῳ ἐλαιουργικῷ τὸ γένος νέον καθαρὸν εὐάρεστον ἀνυπερθέτως καὶ ἐπὶ τῆς ἀπαιτήσεως γείνεσθαι τῷ Ἀπίωνι τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ζ καὶ Κωνσταντίου Καίσαρος τὸ α Τῦβι ε. Αὐρήλιος Σαραπίων ἔσχον τὰ τοῦ ἀργυρίου τάλαντα ἑπτὰ ὄντα εἰς τιμὴν λαχανοσπέρμου ἀρτάβην μίαν, ἀρτάβη α, καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.