Ancient Greek
P.Col. 7 178 a
Documentary Papyri, P.Col. 7 178a
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Ἀντιούριος Πτολᾶ μητρὸς …ἀπὸ κώμης Καρανίδος Ἀρσινοίτου νομοῦ ……ρ… …σὺν τρίτῳ ἀρτάβας δύο, ἀρτάβας β, ἅσπερ ἐπάναγκον ἀποδώσειν ἐν προθεσμίᾳ μηνὶ Παῦνι τῆς ἑνδεκάτης ἰνδικτίονος τὸ γένος νέον καθαρὸν ἄδολον μέτρῳ τετραχοινίκῳ ἀνυπερθέτως καὶ ἐπὶ τῆς ἀπαιτήσεως γίνεσθαι τῷ …τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ καθάπερ ἐκ δίκης …φηρατ… αδ…αθαρην καὶ κυρια…καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ὑπατείας Ἰουρίου Νεπωτιανοῦ καὶ Τεττίου Φαγούντου τῶν λαμπροτάτων Χοίακ θ. Αὐρήλιος Ἀντιούριος ἔσχον τὰς τοῦ πυροῦ ἀρτάβας δύο, ἀρτάβας β καὶ ἀποδώσω ὡς πρόκειται. Αὐρήλιος Μέλας Σώτου ἀπὸ τῆς αὐτῆς κώμης ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.