Ancient Greek
P.Col. 7 178
Documentary Papyri, P.Col. 7 178
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Σαραπίων Πατᾶ μητρὸς Τανούφεως ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν ν οὐλὴ χειρὸς ἀριστερᾶς Ἀντωνίῳ Σαραπάμμωνι ἀπὸ στρατηγιῶν διὰ Ἡρᾶ προνοητοῦ ἔχειν καὶ μεμετρῆσθαι παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα ἐν γένει πυροῦ ἀρτάβας ὀκτὼ ἅσπερ ἐπάναγκον ἀποδώσειν τὸν ὁμολογοῦντα μηνὶ Παῦνι τῆς ιϛ ἰνδικτίονος ἐν τῇ προκιμένῃ κώμῃ μέτρῳ τετραχοινίκῳ τὸ γένος νέον καθαρὸν ἄδολον εὐάρεστον ἀνυπερθέτως, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γίνεσθαι αὐτῷ τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ὑπατείας Φλαυίου Κωνσταντίου καὶ Οὐαλερίου Μαξίμου τῶν λαμπροτάτων ἐπάρχων Χοίακ κγ. Αὐρήλιος Σαραπείων Πατᾶ μητρὸς Τανούφεως ἔσχον τὰς τοῦ πυροῦ ἀρτάβας ἑπτὰ μέτρα η καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος Δίδυμος Σώτου ἔγραψα καὶ ὑπὲρ αὐτοῦ ἀγραμμάτου.