Ancient Greek
P.Col. 7 184
Documentary Papyri, P.Col. 7 184
Not analysed yet
ὑπατείας Δομιτίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Ἀρινθέου τοῦ λαμπροτάτου κόμητος καὶ μαγίστρου τῆς πεδικῆς δυνάμεως Χοίακ κα. Αὐρηλία Τιτούις Ἁτρῆ μητρὸς Ταπάιτος ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ Αὐρηλίῳ Οὐενάφρι Σαραπίωνος ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως χαίρειν· ὁμολογῶ εἰληφέναι παρὰ σοῦ καὶ ἠριθμῆσθαι ἀργυρίου σεβαστοῦ νομίσματος τάλαντα τρισχιλίων ἑξακόσια ὄντα εἰς τιμὴν κριθῆς ἀρταβῶν ἕξ, ἀρταβῶν ϛ, ἅσπερ σοι ἀποδώσω μηνὶ Παῦνι τῆς εὐτυχοῦς β ἰνδικτίωνος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας τῆς πραξεώς σοι γιγνομένης ἔκ τε ἐμοῦ ἢ καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντων παντοίων εἰδῶν πρά ττοντί σοι καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Τιτούεις ἡ προκιμένη ἔσχον τὰ τοῦ ἀργυρίου ταλάντα τρισχίλια ἑξακόσια ὄντα εἰς τιμὴν κριθῶν ἀρταβῶν ἕξ, ἀρταβῶν ϛ, καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκιται. Αὐρήλιος Πέτρος Νεμεσιανοῦ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας. χειρόγραφον Τιτούεις Ἁτρῆ ἀπὸ Καρανίδος κριθῆς ἀρταβῶν ϛ.