Ancient Greek
P.Col. 7 185
Documentary Papyri, P.Col. 7 185
Not analysed yet
Αὐρηλία Ἀλέκα Ἀπολλωνίου μητρὸς Ερ…ιλης ἀπὸ ἀμφόδου Φρεμὶ χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ Αὐρηλίῳ Ἀτισίῳ Λεωνίδου χαίρειν· ἀπέσχον παρὰ σοῦ τὸ ἐκφόριον ὧν γεωργεῖς μου ἀρουρῶν περὶ ὁριοδικτίαν Καρανίδος ὑπὲρ γενήματος πέμπτης καὶ ἕκτης ἰνδικτίονος σὺν οἷς ἐμέτρησας ὑπὲρ ἐμοῦ σίτου τε καὶ κριθῆς καὶ ἀργυρικῶν τελεσμάτων πλήρης, κυρίας οὔσης τῆς μισθώσεως καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α Τῦβι κϛ. Αὐρηλία Ἀλέκα ἔσχον τὰ ἐκφόρια πλήρης ὡς πρόκιται. Αὐρήλιος Ἰσίων Παησίου ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου.