Ancient Greek
P.Col. 8 212
Documentary Papyri, P.Col. 8 212
Not analysed yet
Ἀπολλωνοῦς Κολύλει τῶι ἀδελφῶι πλεῖστα χαίρειν· εὐθέως δὲ κομισάμενος τὴν ἐπιστολὴν πορεύου ἐπὶ τὸν τροχὸν καὶ κατάσπασον ὅλον τὸ τεῖχος καὶ τὰς μηχανὰς μετάθες εἰς τὸν …ον τόπον. τὰ ἄλλα τοῦ ὑγιαίνειν ἐπιμέλου. ἔτους ἐνάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Μεχεὶρ ιζ σεβαστῇ. …