Ancient Greek
P.Col. 8 213
Documentary Papyri, P.Col. 8 213
Not analysed yet
Σωκράτηι γεγυμνασιαρχηκότι καὶ Ἀντιπάτρῳ βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοίτου παρὰ Κρονίωνος τοῦ Πολυδεύκους τοῦ δεινὸς μητρὸς Διδυμαρείου τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου Θαραπείας· χωρὶς ὧν ἀπεγραψάμην διʼ ὑμῶν προσαπογράφομαι καὶ εἰς τὴν ἐνεστῶσαν ἡμέραν τὰ ἐληλυθότα μοι μετὰ τὴν τοῦ προγεγραμμένου πατρός μου Πολυδεύκους τοῦ δεινὸς …τοῦ Πολυδεύκους ἀπὸ κώμης Ἰβιῶνος Εἰκοσιπενταρούρων τελευτὴν ἀπὸ διαθήκης περὶ τὴν προκειμένην κώμην Ἰβιῶνα εἰκοσιπενταρούρων κατοικικῆς ἀρούρας τρεῖς ὄγδοον ἑκκαιδέκατον καὶ γῆς ἀμπελίτιδος ἀρούρας δύο ἥμισυ καὶ ἀμπελῶνα ἀναδενδρατικὸν ἥμισυ τέταρτον ἀρούρης, καὶ ἐν τῇ κώμηι τρίτον μέρος οἰκίας καὶ μητρικὴν παιδίσκην Δη… …αλμωους ὄντα καθαρὰ ἀπὸ ὀφειλῆς καὶ ὑποθήκης καὶ παντὸς διεγγυήματος. ὅ τι δʼ ἂν τῶν προγεγραμμένων ἐξοικονομῶ ἢ καὶ προσαγοράζω πρότερον προσαγγελῶ.