Ancient Greek
P.Col. Zen. 1 18
Documentary Papyri, P.Col. Zen. 3 18
Not analysed yet
…ουτης Πανακέστορι χαίρειν. ἀξιῶ σε βοηθῆσαί μοι ἐπεὶ …ἀδίκως ἀπῆγμαι. ὀμνύω βασιλέα Πτολεμαῖον καὶ …Ἀρσινόην Φιλάδελφον καὶ τὸν σὸν δαίμονα οὐ μὴν …υ ἀπῆγμαι. ψεῦδός ἐστιν καὶ αὐτὸς σὺ γινώσκεις. ἐπεὶ δʼ οὖν ἐν φιλίαι εἶ πρὸς Ζωίλωι, γράψον αὐτῶι περὶ ἐμοῦ …ἐγγύους αὐτῶι καταστήσειν …ρε…ου… …μή με οὕτω παρίδῃς καὶ ἐὰν ἀφεθῶ ἐγγύους αὐτῶι …μα γενόμενος εἰς Φιλαδέλφειαν πρὸς σὲ ἐλθεῖν σπεύσω καὶ κεράμιον οἴνου σοι ἀποστελῶ καὶ τὰ ἀκολουθ …δεκαενάτῃ τοῖς εἰσιείοις ἐννέα Ἄραβες …κρείττω κρίνων …ἀπέχων …δέομαι οὖν σου καὶ ἱκετεύω γράψαι Ζωίλωι περὶ ἐμοῦ …αὐτὴν …νεω ην …ρ…ωγηω. εὐτύχει. Πανακέστορι