Ancient Greek
P.Col. Zen. 1 19
Documentary Papyri, P.Col. Zen. 3 19
Not analysed yet
Ζήνωνι χαίρειν Κτησίας. ἔγραψάς μοι ἵνα δῶ Ἀριστεῖ ὥστε τῆι Ἀμύντου γυναικὶ εἰς τὰ Θεσμοφόρια χῖα δύο. διὰ τὸ μὴ ἐπιδημεῖν οὖν τὸν Ἀριστέα οὐθενὶ δέδωκα. ἤκουον δὲ αὐτὸν παρέσεσθαι ὀλίγων ἡμερῶν. ἔρρωσο. ἔτους κθ Δίου β. ἔτους κθ. Κτησίας. Ἀμύντου χῖα δύο . Ζήνωνι