Ancient Greek
P.Col. Zen. 1 41
Documentary Papyri, P.Col. Zen. 3 41
Not analysed yet
Φιλέας Ζήνωνι χαίρειν. προσῆλθόν τινες ἡμῖν τῶν γνωρίμων ὑπὲρ Μητροδώρου τοῦ ἀποδιδόντος σοι τὴν ἐπιστολὴν ἀξιοῦντες γράψαι πρὸς σὲ. χαριεῖ οὖν μοι ἔρανον αὐτῶι ποιήσας παρά τε σαυτοῦ καὶ τῶν γνωρίμων. φανερὸς δέ σοι ἔσται ὁ ἄνθρωπος ἀπὸ τῆς ἐσθῆτος ὅς ἐστιν. ἔρρωσο. Ζήνωνι.