Ancient Greek
P.Col. Zen. 1 42
Documentary Papyri, P.Col. Zen. 3 42
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ὡς ἂν τάχιστα καταφυτεύσηις τὰ φυτὰ καὶ εὐκαιρήσηις, δίελθε εἰς Κροκοδίλων πόλιν καὶ περὶ τῶν λογευμάτων τῶν ἀπὸ τῆς ζυτηρᾶς καὶ τῶν λοιπῶν πάντων ἐν Φιλαδελφείαι διαλόγισαι πρὸς Φιλέαν καὶ Πύθωνα καὶ διάγραψον τὰ λογεύματα πάντα. ἀποδιαγραψάτωσαν δέ σοι εἰς τὰ προκεχρησμένα διʼ ἡμῶν τὸ ἴσον πλῆθος. ἔρρωσο. ἔτους λβ, Ὑπερβερεταίου. Φαῶφι ἔτους λβ Φαῶφι ιβ. πρὸς Φιλέαν ἀντιδιαγραφή. Ἀπολλωνίου γε Ζήνωνι