Ancient Greek
P.Col. Zen. 1 51
Documentary Papyri, P.Col. Zen. 3 51
Not analysed yet
Ζήνωνι χαίρειν Στοῆτις. ἔλαβον παρὰ Θεμίστου ἀράκου ἀρτάβας ρλε ὧν ἐν Ἀρσινόηι οε ἐν Τρικωμίαι κ ἐν τῶι Μάρωνος ἐποικίωι μ. γίνονται ρλε. ἐνέτυχον Διογένει καὶ ἔφη μοι γεμίσαντα ὑποζύγια καταστήσειν εἰς Πτολεμαΐδα. ἐγὼ δὲ οὐχ ἑώρακα τὰ παρὰ Διογένει. ἀπέσταλκα δέ σοι τὸ δεῖγμα τοῦ παρὰ Μάρωνος. καὶ ὃ ἂν εὕρῃς βέλτιον δεῖγμά ἐστιν τῶν ξ ἀρταβῶν. καὶ τὸ ἕτερον δεῖγμά ἐστιν τῶν οε ἀρταβῶν τῶν ἐξ Ἀρσινόης. γέγραφα οὖν σοι ἵνα εἰδῇς. σὺ οὖν καλῶς ἂν ποιήσαις ἀποστείλας τινὰ ὃς παραλήμψεται. πρὸς Διογένην δὲ οὐ πεπόρευμαι ἕως ἄν μοι ἀποστείλῃς. ἔρρωσο. ἔτους λε Μεσορὴ ιγ Στοτοῆτις. Ζήνωνι