Ancient Greek
P.Col. Zen. 1 52
Documentary Papyri, P.Col. Zen. 3 52
Not analysed yet
Νεῆσις Ζήνωνι χαίρειν. ἐπορεύθην εἰς Ἡρακλέους πόλιν ὥστε τοῖς ἐργάταις ἀργύριον δοῦναι. δέδωκα οὖν αὐτοῖς καὶ ἀπέσταλκα εἰς Φιλαδέλφεαν ὑπηρέτας δ καὶ ἐργάτας ϛ ἵνα ἡμῖν ὑπηρετῶσι. ἔγραψας Πετοβάστι ὥστε δοῦναί μοι δραχμὰς ρ. ἔχομεν δὲ παρʼ αὐτοῦ δραχμὰς ξ. ὑπολιμπάνω οὖν τὸ ἀργύριον ἐνταῦθα ἵνα τὸ ἐργαστήριον μὴ ἀργῆι καὶ ἡμῖν δεήσειμὴ ἀργεῖν τὸ ἐργαστήριον. ἔρρωσο. Ζήνωνι