Ancient Greek
P.Col. Zen. 1 8
Documentary Papyri, P.Col. Zen. 3 8
Not analysed yet
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. παραμεμετρήμεθα παρὰ Δημητρίου καὶ Δημοστράτου πυρῶν ἀρτάβας Γρϙ καὶ Μυ…ου καὶ Θευδώρου ἀρτάβας σι ὧν καταβεβλήκαμεν παντὸς τοῦ πλοίου φόρετρα διὰ τὸ μὴ εἰπεῖν ἡμῖν ἐπὶ τοῦ πλοίου ὅτι καὶ ἐκείνων ἔνεστιν ἐν τῶι πλήθει κριθῶν ἀρτάβας ωοβ 𐅵. ἔρρωσο. ἔτους κη, Δύστρου κγ. Ἀρτεμίδωρος περὶ τοῦ σίτου ὅτι παραμεμέτρηται παρὰ Δημοστράτου καὶ Δημητρίου. ἔτους κθ. Ξανδικοῦ β. Ζήνωνι