Ancient Greek
P.Col. Zen. 1 9
Documentary Papyri, P.Col. Zen. 3 9
Not analysed yet
Ἀλέξανδρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαί τε καὶ ἐν τοῖς λοιποῖς κατὰ νοῦν ἀπαλλάσσεις, εἴη ἂν ὡς ἡμεῖς βουλόμεθα. ἐρρώμεθα δὲ καὶ αὐτοί. παραγινομένου πρὸς ὑμᾶς Μυὸς ἔδοξεν ἡμῖν βέλτιον εἶναι αὐτῶι τε τῶι Μυὶ ὑπόμνημα ἀποστεῖλαι ἐν ὧι μνησθῆι Ἀπολλωνίωι περὶ τῆς συντάξεως ἧς ἔταξεν ἡμῖν Μένετος. ὑπὸ τούτου δʼ οὐδὲ τὴν ὀφειλομένην κεκομίσμεθα οὔτε ἀφʼ οὗ χρόνου ἐκεῖνος τετελεύτηκεν οὐδεὶς ἡμῖν ἀποδίδωσιν. καλῶς δʼ ἔχειν ὑπέλαβον καί σοι γράψαι ὅπως ἐάν τινά σου χρείαν τὰ πράγματα ἔχηι συναντιλάβηι φιλοτίμως καὶ ἡμῶν ἕνεκεν καὶ Μενέτου. οἶδα γὰρ ὅτι σοῦ βουληθέντος πάντα ἡμῖν τὰ φιλάνθρωπα ἔσται παρʼ Ἀπολλωνίου, καὶ ἡμεῖς δυνησόμεθα διὰ σὲ σεσῷσθαι καὶ ἀνεστάναι. περὶ ὧν σπουδάσομεν καὶ αὐτοὶ καθʼ ὅσον ἡμῖν καὶ δυνατὸν τὰς χάριτας ἀποδιδόναι σοι. εὐτύχει. Ἀλέξανδρος περὶ τῆς γινομένης αὐτῶι συντάξεως. ἔτους κη Δύστρου κδ. ἐν Μέμφει. Ζήνωνι