Ancient Greek
P.Col. Zen. 2 80
Documentary Papyri, P.Col. Zen. 4 80
Not analysed yet
……ἀργύριον φλοῦν αὐτοῖς ἐδίδουν δανεισάμενος. οἱ δʼ οὐκ ἐβούλοντο λαβεῖν. ἀναγγέλλει ἡμῖν Μενέστρατος. δέδωκα αὐτῶι δραχμὰς λ διώβολον. ἀπεστείλαμεν τὸν λόγον τοῦ ἀνδρὸς Θρᾳκός. εἰσὶν ἀπεσταλμέναι εἰς Ἀλεξάνδρεαν ἀρτάβαι διακόσιαι ,ἐξ ὀβολοῦ, γίνονται λγ διώβολον, καὶ ἀνακομιδὴ ἀπὸ τοῦ δρυμοῦ δραχμαὶ β διώβολον ψιάθων τιμὴ ξϛ, ἀνὰ πέντε χαλκῶν, γίνονται ϛ πεντώβολον τέταρτον ὀβολοῦ ,καὶ θρύα ὡς καταρράψαι τὰς ψιάθους ὀβολὸς ἡμιωβέλιον. ὑποζύγια τὰ ἀνακομίσαντα εἰς Φιλαδέλφεαν, ὄντα κβ, ἐκ τριωβόλου, γίνονται ια, καὶ ἐκ Φιλαδελφέας εἰς Κερκὴ κβ, ἐξ ὀβολοῦ, γίνονται γ τετρώβολον. καὶ ἐν Κερκὴ εἰσεπράχθην πλοίου γ δραχμὰς. γίνονται χαλκοῦ ξ διώβολον ἡμιωβέλιον τέταρτον ὀβολοῦ . ἔρρωσθε. ἔτους α Τῦβι λ.